Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.10 Dem. 34.14 (English) >>Dem. 34.17

34.12ἐπειδὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἐπεδήμησεν Φορμίων οὑτοσὶ σεσῳσμένος ἐφʼ ἑτέρας νεώς, προσῄειν αὐτῷ ἀπαιτῶν τὸ δάνειον. καὶ οὗτος κατὰ μὲν ἀρχὰς οὐδεπώποτʼ, ἄνδρες Ἀθηναῖοι, εἶπε τὸν λόγον τοῦτον ὃν νυνὶ λέγει, ἀλλʼ ἀεὶ ὡμολόγει ἀποδώσειν· ἐπειδὴ δὲ ἀνεκοινώσατο τοῖς νῦν παροῦσιν αὐτῷ καὶ συνδικοῦσιν, ἕτερος ἤδη ἦν καὶ οὐχ αὐτός. 34.13ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν. δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί· κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν. 34.14καὶ Λάμπις, ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ εἰκὸς ἦν εἶπεΧρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ; ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον.” ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον. 34.15καίτοι εἰκός γʼ ἦν αὐτὸν εἰπεῖν, ἄνδρες Ἀθηναῖοι, “τί με προσκαλεῖ, ἄνθρωπε; ἀποδέδωκα γὰρ τούτῳ τῷ παρεστηκότι τὸ χρυσίον”, καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν· νυνὶ δʼ οὐδέτερος αὐτῶν οὐδʼ ὁτιοῦν εἶπεν ἐν τοιούτῳ καιρῷ. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν τῶν κλητήρων.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.10 Dem. 34.14 (English) >>Dem. 34.17

Powered by PhiloLogic